3.23.22 διὰ τοῦτο τίς ἤκουσέ ποτε Σωκράτους λέγοντος ὅτι οἶδά τι καὶ διδάσκω ; ἀλλὰ ἄλλον ἀλλαχοῦ ἔπεμπεν . τοιγαροῦν ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις ὑπʹ αὐτοῦ συσταθῆναι κἀκεῖνος ἀπῆγεν καὶ συνίστανεν .
3.23.23 οὔ · ἀλλὰ προσπέμπων ἔλεγεν ἄκουσόν μου σήμερον διαλεγομένου ἐν τῇ οἰκίᾳ τῇ Κοδράτου . τί σου ἀκούσω ; ἐπιδεῖξαί μοι θέλεις , ὅτι κομψῶς συντιθεῖς τὰ ὀνόματα ; συντιθεῖς , ἄνθρωπε · καὶ τί σοι ἀγαθόν ἐστιν ;
3.23.24 ἀλλʹ ἐπαίνεσόν με . τί λέγεις τὸ ἐπαίνεσον ; εἰπέ μοι οὐᾶ καὶ θαυμαστῶς . ἰδοὺ λέγω . εἰ δʹ ἐστὶν ἔπαινος ἐκεῖνο , τι ποτὲ λέγουσιν οἱ φιλόσοφοι τῶν ἐν τῇ τοῦ ἀγαθοῦ κατηγορίᾳ , τί σε ἔχω ἐπαινέσαι ; εἰ ἀγαθόν ἐστι τὸ φράζειν ὀρθῶς , δίδαξόν με καὶ ἐπαινέσω .
3.23.25 τί οὖν ; ἀηδῶς δεῖ τῶν τοιούτων ἀκούειν ; μὴ γένοιτο . ἐγὼ μὲν οὐδὲ κιθαρῳδοῦ ἀηδῶς ἀκούω · μή τι οὖν τούτου ἕνεκα κιθαρῳδεῖν με δεῖ στάντα ; ἄκουσον , τί λέγει Σωκράτης · οὐδὲ γὰρ ἂν πρέποι , ἄνδρες , τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι . ὥσπερ μειρακίῳ φησίν .
3.23.26 ἔστι γὰρ τῷ ὄντι κομψὸν τὸ τεχνίον ἐκλέξαι ὀνομάτια καὶ ταῦτα συνθεῖναι καὶ παρελθόντα εὐφυῶς ἀναγνῶναι εἰπεῖν καὶ μεταξὺ ἀναγιγνώσκοντα ἐπιφθέγξασθαι ὅτι τούτοις οὐ πολλοὶ δύνανται παρακολουθεῖν , μὰ τὴν ὑμετέραν σωτηρίαν . φιλόσοφος δʹ ἐπʹ ἀκρόασιν παρακαλεῖ ;