3.24.7 ναί · ἀλλʹ ὑπὸ τοῦ ἄλογα εἶναι πάσχει αὐτά . ἡμῖν οὖν λόγος ἐπὶ ἀτυχίᾳ καὶ κακοδαιμονίᾳ δέδοται ὑπὸ τῶν θεῶν , ἵνʹ ἄθλιοι , ἵνα πενθοῦντες διατελῶμεν ;
3.24.8 πάντες ἔστωσαν ἀθάνατοι καὶ μηδεὶς ἀποδημείτω , μηδʹ ἡμεῖς ποῦ ἀποδημῶμεν , ἀλλὰ μένωμεν ὡς τὰ φυτὰ προσερριζωμένοι · ἂν δέ τις ἀποδημήσῃ τῶν συνήθων , καθήμενοι κλαίωμεν καὶ πάλιν , ἂν ἔλθῃ , ὀρχώμεθα καὶ κροτῶμεν ὡς τὰ παιδία ;
3.24.9 οὐκ ἀπογαλακτίσομεν ἤδη ποθʹ ἑαυτοὺς καὶ μεμνησόμεθα ὧν ἠκούσαμεν παρὰ τῶν φιλοσόφων ; εἴ γε μὴ ὡς ἐπαοιδῶν αὐτῶν ἠκούομεν , ὅτι κόσμος οὗτος μία πόλις ἐστὶ καὶ οὐσία , ἐξ ἧς δεδημιούργηται , μία καὶ ἀνάγκη περίοδόν τινα εἶναι καὶ παραχώρησιν ἄλλων ἄλλοις καὶ τὰ μὲν διαλύεσθαι , τὰ δʹ ἐπιγίνεσθαι , τὰ μὲν μένειν ἐν τῷ αὐτῷ , τὰ δὲ κινεῖσθαι .
3.24.10 πάντα δὲ φίλων μεστά , πρῶτα μὲν θεῶν , εἶτα καὶ ἀνθρώπων φύσει πρὸς ἀλλήλους ᾠκειωμένων · καὶ δεῖ τοὺς μὲν παρεῖναι ἀλλήλοις , τοὺς δʹ ἀπαλλάττεσθαι , τοῖς μὲν συνοῦσι χαίροντας , τοῖς δʹ ἀπαλλαττομένοις μὴ ἀχθομένους .
3.24.11 δʹ ἄνθρωπος πρὸς τῷ φύσει μεγαλόφρων εἶναι καὶ πάντων τῶν ἀπροαιρέτων καταφρονητικὸς ἔτι κἀκεῖνο ἔσχηκε τὸ μὴ ἐρριζῶσθαι μηδὲ προσπεφυκέναι τῇ γῇ , ἀλλὰ ἄλλοτʹ ἐπʹ ἄλλους ἵεσθαι τόπους ποτὲ μὲν χρειῶν τινων ἐπειγουσῶν , ποτὲ δὲ καὶ αὐτῆς τῆς θέας ἕνεκα . καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν ·