3.24.12 πολλῶν δʹ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω · καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμένην ὅλην ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα καὶ τὴν μὲν ἐκβάλλοντα καὶ καθαίροντα , τὴν δʹ ἀντεισάγοντα .
3.24.13 καίτοι πόσους οἴει φίλους ἔσχεν ἐν Θήβαις , πόσους ἐν Ἄργει , πόσους ἐν Ἀθήναις , πόσους δὲ περιερχόμενος ἐκτήσατο , ὅς γε καὶ ἐγάμει , ὅπου καιρὸς ἐφάνη αὐτῷ , καὶ ἐπαιδοποιεῖτο καὶ τοὺς παῖδας ἀπέλειπεν οὐ στένων οὐδὲ ποθῶν οὐδʹ ὡς ὀρφανοὺς ἀφιείς ;
3.24.14 ᾔδει γάρ , ὅτι οὐδείς ἐστιν ἄνθρωπος ὀρφανός , ἀλλὰ πάντων ἀιεὶ καὶ διηνεκῶς πατήρ ἐστιν κηδόμενος .
3.24.15 οὐ γὰρ μέχρι λόγου ἠκηκόει , ὅτι πατήρ ἐστιν Ζεὺς τῶν ἀνθρώπων , ὅς γε καὶ αὑτοῦ πατέρα ᾤετο αὐτὸν καὶ ἐκάλει καὶ πρὸς ἐκεῖνον ἀφορῶν ἔπραττεν ἔπραττεν . τοιγάρτοι πανταχοῦ ἐξῆν αὐτῷ διάγειν εὐδαιμόνως .
3.24.16 οὐδέποτε δʹ ἐστὶν οἷόν τʹ εἰς τὸ αὐτὸ ἐλθεῖν εὐδαιμονίαν καὶ πόθον τῶν οὐ παρόντων τὸ γὰρ εὐδαιμονοῦν ἀπέχειν δεῖ πάντα θέλει , πεπληρωμένῳ τινὶ ἐοικέναι · οὐ δίψος δεῖ προσεῖναι αὐτῷ , οὐ λιμόν .
3.24.17 ἀλλʹ Ὀδυσσεὺς ἐπεπόνθει πρὸς τὴν γυναῖκα καὶ ἔκλαιεν ἐπὶ πέτραις καθεζόμενος . σὺ δʹ Ὁμήρῳ πάντα προσέχεις καὶ τοῖς μύθοις αὐτοῦ ; εἰ ταῖς ἀληθείαις ἔκλαεν , τί ἄλλο ἐδυστύχει ; τίς δὲ καλός τε καὶ ἀγαθὸς δυστυχεῖ ;