3.24.36 — ἡδὺ γάρ ἐστιν . — τίς οὔ φησιν ; ἀλλὰ καὶ ζωμὸς ἡδύς ἐστι καὶ γυνὴ καλὴ ἡδύ ἐστιν . τί ἄλλο λέγουσιν οἱ τέλος ποιούμενοι τὴν ἡδονήν ;
3.24.37 οὐκ αἰσθάνῃ , τίνων ἀνθρώπων φωνὴν ἀφῆκας ; ὅτι Ἐπικουρείων καὶ κιναίδων ; εἶτα τὰ ἐκείνων ἔργα πράσσων καὶ τὰ δόγματα ἔχων τοὺς λόγους ἡμῖν λέγεις τοὺς Ζήνωνος καὶ Σωκράτους ; οὐκ ἀπορρίψεις ὡς μακροτάτω τἀλλότρια , οἷς κοσμῇ μηδέν σοι προσήκουσιν ;
3.24.38 ἢ τί ἄλλο θέλουσιν ἐκεῖνοι ἢ καθεύδειν ἀπαραποδίστως καὶ ἀναναγκάστως καὶ ἀναστάντες ἐφʹ ἡσυχίας χασμήσασθαι καὶ τὸ πρόσωπον ἀποπλῦναι , εἶτα γράψαι καὶ ἀναγνῶναι ἃ θέλουσιν , εἶτα φλυαρῆσαί τί ποτʹ ἐπαινούμενοι ὑπὸ τῶν φίλων , ὅ τι ἂν λέγωσιν , εἶτα εἰς περίπατον προελθόντες καὶ ὀλίγα περιπατήσαντες λούσασθαι , εἶτα φαγεῖν , εἶτα κοιμηθῆναι , οἵαν δὴ κοίτην καθεύδειν τοὺς τοιούτους εἰκός — τί ἄν τις λέγοι ; ἔξεστιν γὰρ τεκμαίρεσθαι .
3.24.39 ἄγε , φέρε μοι καὶ σὺ τὴν σαυτοῦ διατριβήν , ἣν ποθεῖς , ζηλωτὰ τῆς ἀληθείας καὶ Σωκράτους καὶ Διογένους . τί θέλεις ἐν Ἀθήναις ποιεῖν ; ταῦτα αὐτά ;
3.24.40 μή τι ἕτερα ; τί οὖν Στωικὸν σαυτὸν εἶναι λέγεις ; εἶτα οἱ μὲν τῆς Ῥωμαίων πολιτείας καταψευδόμενοι κολάζονται πικρῶς , τοὺς δʹ οὕτως μεγάλου καὶ σεμνοῦ καταψευδομένους πράγματος καὶ ὀνόματος ἀθῴους ἀπαλλάττεσθαι δεῖ ;
3.24.41 ἢ τοῦτό γε οὐ δυνατόν , ἀλλʹ ὁ νόμος θεῖος καὶ ἰσχυρὸς καὶ ἀναπόδραστος οὗτός ἐστιν ὁ τὰς μεγίστας εἰσπρασσόμενος κολάσεις παρὰ τῶν τὰ μέγιστα ἁμαρτανόντων ;