3.24.48 οὕτως κἀνταῦθα . τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον τὸ πρᾶγμα · ἔστω , ἀφίξομαι . τοῦ διαλεχθῆναι οὕτως · ἔστω , διαλεχθήσομαι . ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι διʹ ἐπαίνου . ἄπαγε , ταλάντου ἐστίν · οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον .
3.24.49 ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας . πάλιν ἐπελάθου , τίνος ἕνεκα ἐλήλυθας ; οὐκ οἶσθʹ , ὅτι ἀνὴρ καλὸς καὶ ἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα , ἀλλὰ τοῦ πεπρᾶχθαι καλῶς ;
3.24.50 τί οὖν ὄφελος αὐτῷ τοῦ πρᾶξαι καλῶς ; τί δʹ ὄφελος τῷ γράφοντι τὸ Δίωνος ὄνομα , ὡς χρὴ γράφειν ; αὐτὸ τὸ γράψαι . ἔπαθλον οὖν οὐδέν ; σὺ δὲ ζητεῖς ἔπαθλον ἀνδρὶ ἀγαθῷ μεῖζον τοῦ τὰ καλὰ καὶ δίκαια πράττειν ;
3.24.51 ἐν Ὀλυμπίᾳ δʹ οὐδεὶς ἄλλο οὐδέν , ἀλλʹ ἀρκεῖν σοι δοκεῖ τὸ ἐστεφανῶσθαι Ὀλύμπια . οὕτως σοι μικρὸν καὶ οὐδενὸς ἄξιον εἶναι φαίνεται τὸ εἶναι καλὸν καὶ ἀγαθὸν καὶ εὐδαίμονα ;
3.24.52 πρὸς ταῦτα ὑπὸ θεῶν εἰς τὴν πόλιν ταύτην εἰσηγμένος καὶ ἤδη τῶν ἀνδρὸς ἔργων ὀφείλων ἅπτεσθαι τιτθὰς ἐπιποθεῖς καὶ μάμμην καὶ κάμπτει σε καὶ ἀποθηλύνει κλαίοντα γύναια μωρά ; οὕτως οὐδέποτε παύσει παιδίον · ὢν νήπιον ; οὐκ οἶσθʹ , ὅτι τὰ παιδίου ποιῶν ὅσῳ πρεσβύτερος τοσούτῳ γελοιότερος ;