4.1.145 καὶ τίς σοι μαρτυρεῖ ταῦτα ; τί γὰρ ἄλλο αὐτοὶ ὑμεῖς οἱ τὸν κύριον τὸν μέγαν ἔχοντες καὶ πρὸς τὸ ἐκείνου νεῦμα καὶ κίνημα ζῶντες , κἄν τινα ὑμῶν ἴδῃ μόνον συνεστραμμένῳ βλέμματι , ἀποψυχόμενοι , τὰς γραίας θεραπεύοντες καὶ τοὺς γέροντας καὶ λέγοντες ὅτι
4.1.146 οὐ δύναμαι τοῦτο ποιῆσαι · οὐκ ἐξεστί μοι ; διὰ τί οὐκ ἔξεστίν σοι ; οὐκ ἄρτι ἐμάχου μοι λέγων ἐλεύθερος εἶναι ; ἀλλὰ Ἄπρυλλά με κεκώλυκεν . λέγε οὖν τὰς ἀληθείας , δοῦλε , καὶ μὴ δραπέτευέ σου τοὺς κυρίους μηδʹ ἀπαρνοῦ μηδὲ τόλμα καρπιστὴν διδόναι τοσούτους ἔχων τῆς δουλείας ἐλέγχους .
4.1.147 καίτοι τὸν μὲν ὑπʹ ἔρωτος ἀναγκαζόμενόν τι ποιεῖν παρὰ τὸ φαινόμενον καὶ ἅμα μὲν ὁρῶντα τὸ ἄμεινον , ἅμα δʹ οὐκ ἐξευτονοῦντα ἀκολουθῆσαι αὐτῷ ἔτι μᾶλλον ἄν τις συγγνώμης ἄξιον ὑπολάβοι , ἅθʹ ὑπό τινος βιαίου καὶ τρόπον τινὰ θείου κατεσχημένον .
4.1.148 σοῦ δὲ τίς ἀνάσχοιτο τῶν γραῶν ἐρῶντος καὶ τῶν γερόντων καὶ ἐκείνας ἀπομύσσοντος καὶ ἀποπλύνοντος καὶ δωροδοκοῦντος καὶ ἅμα μὲν νοσούσας θεραπεύοντος ὡς δούλου , ἅμα δʹ ἀποθανεῖν εὐχομένου καὶ τοὺς ἰατροὺς διακρίνοντος , εἰ ἤδη θανασίμως ἔχουσιν ; πάλιν ὅταν ὑπὲρ τῶν μεγάλων τούτων καὶ σεμνῶν ἀρχῶν καὶ τιμῶν τὰς χεῖρας τῶν ἀλλοτρίων δούλων καταφιλῇς , ἵνα μηδʹ ἐλευθέρων δοῦλος ᾖς ;
4.1.149 εἶτά μοι σεμνὸς περιπατεῖς στρατηγῶν , ὑπατεύων , οὐκ οἶδα , πῶς ἐστρατήγησας , πόθεν τὴν ὑπατείαν ἔλαβες , τίς σοι αὐτὴν ἔδωκεν ;