4.6.head πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους .
4.6.1 ἀνιῶμαι , φησίν , ἐλεούμενος . πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε τῶν ἐλεούντων ; τί δʹ ; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό ; ἐπʹ ἐμοί , ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν .
4.6.2 πότερον δʹ ἤδη σοι ὑπάρχει τοῦτο , τὸ μὴ εἶναι ἐλέου ἄξιον οὐχ ὑπάρχει ; δοκῶ ἔγωγε , ὅτι ὑπάρχει . ἀλλʹ οὗτοί γʹ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν , ἐφʹ οἷς , εἴπερ ἄρα , ἦν ἄξιον , ἐπὶ τοῖς ἁμαρτανομένοις , ἀλλʹ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις .
4.6.3 πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς , ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν , ἀλλʹ οἷόν τε καὶ πένητι καὶ ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν , σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα ;
4.6.4 τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου . καὶ προσποίησις ὅρα διʹ οἵων ἂν γένοιτο · δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν , εἰ οἷόν τε , ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν , καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρʹ αὐτοῖς δοκεῖν γε , ὅτι δειπνεῖς , καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν , ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος ·