4.6.12 τί οὖν τοῦτό ἐστιν , ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς , ἔργῳ δʹ οὐδὲν γέγονα κουφότερος ; μή τι οὕτως ἀφυής εἰμι ; καὶ μὴν περὶ τὰ ἄλλα , ὅσα ἐβουλήθην , οὐ λίαν ἀφυὴς εὑρέθην , ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν .
4.6.13 μή τι οὖν οὐ πέπεικέ με λόγος ; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω , ταῦτα ἀκούω , ταῦτα γράφω · ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον .
4.6.14 τί οὖν τὸ λεῖπόν μοι ἐστίν ; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα ; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδʹ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα , ἀλλʹ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται ;
4.6.15 καίτοι οὔτʹ ἐπὶ τοῦ παλαίειν οὔτʹ ἐπὶ τοῦ γράφειν ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν , ἀλλʹ ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως .
4.6.16 τὰ δʹ ἀναγκαῖα θεωρήματα , ἀφʹ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι , ἄφοβον ἀπαθῆ , ἀκώλυτον , ἐλεύθερον , ταῦτα δʹ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην .
4.6.17 εἶτά μοι μέλει , τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν , εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος , εἰ φανοῦμαι εὐδαίμων ;