4.8.29 τοῦτο κενὸν καὶ φορτικόν , εἰ μή τις ὡς Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι , πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι , καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ .
4.8.30 τοιοῦτος γάρ τίς ἐστιν Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων ἵνʹ ἴδητε , ἄνθρωποι , ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε ,
4.8.31 ἀλλʹ ὅπου μή ἐστιν , ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα , ἀλλὰ μηδʹ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος · καὶ ἴδετε , πῶς ὑγιαίνω · πειράθητέ μου κἂν ἴδητε ἀτάραχον , ἀκούσατε τὰ φάρμακα καὶ ὑφʹ ὧν ἐθεραπεύθην .
4.8.32 τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον . ἀλλʹ ὁρᾶτε , τίνος ἔργον ἐστίν · τοῦ Διὸς ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ ταύτης τῆς ὑπηρεσίας , ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς τοὺς πολλούς , διʹ οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ , ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ , αὐτὸς ἄκυρον ποιήσῃ · οὔτʹ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν δάκρυʹ ὀμορξάμενον .
4.8.33 καὶ οὐ μόνον ταῦτα , ἀλλʹ οὐδὲ ποθοῦντά τι ἐπιζητοῦντα , ἄνθρωπον τόπον διαγωγήν , ὡς τὰ παιδία τὸν τρυγητὸν τὰς ἀργίας , αἰδοῖ πανταχοῦ κεκοσμημένον , ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς .