4.13.3 ἀμέλει πολλάκις εἰώθασιν λέγειν ἐγώ σοι πάντα τἀμαυτοῦ εἴρηκα , σύ μοι οὐδὲν τῶν σῶν εἰπεῖν θέλεις ;
4.13.4 ποῦ γίνεται τοῦτο ; πρόσεστι δὲ καὶ τὸ οἴεσθαι ἀσφαλῶς πιστεύειν τῷ ἤδη τὰ αὑτοῦ πεπιστευκότι · ὑπέρχεται γὰρ ἡμᾶς , ὅτι οὐκ ἄν ποτε οὗτος ἐξείποι τὰ ἡμέτερα εὐλαβούμενος , μήποτε καὶ ἡμεῖς ἐξείπωμεν τὰ ἐκείνου .
4.13.5 οὕτως καὶ ὑπὸ τῶν στρατιωτῶν ἐν Ῥώμῃ οἱ προπετεῖς λαμβάνονται . παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα , εἶτα σὺ ὥσπερ ἐνέχυρον παρʹ αὐτοῦ λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς , εἶτα δεθεὶς ἀπάγῃ .
4.13.6 τοιοῦτόν τι καὶ ἐν τῷ καθόλου πάσχομεν . οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ , οὕτως κἀγὼ τῷ ἐπιτυχόντι ·
4.13.7 ἀλλʹ ἐγὼ μὲν ἀκούσας σιωπῶ , ἄν γε τοιοῦτος , δʹ ἐξελθὼν ἐκφέρει πρὸς πάντας . εἶτʹ ἂν γνῶ τὸ γενόμενον , ἂν μὲν καὶ αὐτὸς ἐκείνῳ ὅμοιος , ἀμύνασθαι θέλων ἐκφέρω τὰ ἐκείνου καὶ φύρω καὶ φύρομαι .
4.13.8 ἂν δὲ μνημονεύω , ὅτι ἄλλος ἄλλον οὐ βλάπτει , ἀλλὰ τὰ αὑτοῦ ἔργα ἕκαστον καὶ βλάπτει καὶ ὠφελεῖ , τούτου μὲν κρατῶ τοῦ μὴ ὅμοιόν τι ποιῆσαι ἐκείνῳ , ὅμως δʹ ὑπὸ φλυαρίας τῆς ἐμαυτοῦ πέπονθα πέπονθα .
4.13.9 ναί · ἀλλʹ ἄνισόν ἐστιν ἀκούσαντα τὰ τοῦ πλησίον ἀπόρρητα αὐτὸν ἐν τῷ μέρει μηδενὸς μεταδιδόναι αὐτῷ .