24.1 οὗτοί σε οἱ διαλογισμοὶ μὴ θλιβέτωσαν ἄτιμος ἐγὼ βιώσομαι καὶ οὐδεὶς οὐδαμοῦ . εἰ γὰρ ἀτιμία ἐστὶ κακόν , οὐ δύνασαι ἐν κακῷ εἶναι διʹ ἄλλον , οὐ μᾶλλον ἐν αἰσχρῷ · μή τι οὖν σόν ἐστιν ἔργον τὸ ἀρχῆς τυχεῖν παραληφθῆναι ἐφʹ ἑστίασιν ; οὐδαμῶς . πῶς οὖν ἔτι τοῦτʹ ἔστιν ἀτιμία ; πῶς δὲ οὐδεὶς οὐδαμοῦ ἔσῃ , ὃν ἐν μόνοις εἶναί τινα δεῖ τοῖς ἐπὶ σοί , ἐν οἷς ἔξεστί σοι εἶναι πλείστου ἀξίῳ ;
24.2 ἀλλά σοι οἱ φίλοι ἀβοήθητοι ἔσονται . τί λέγεις τὸ ἀβοήθητοι ; οὐχ ἕξουσι παρὰ σοῦ κερμάτιον · οὐδὲ πολίτας Ῥωμαίων αὐτοὺς ποιήσεις . τίς οὖν σοι εἶπεν , ὅτι ταῦτα τῶν ἐφʹ ἡμῖν ἐστιν , οὐχὶ δὲ ἀλλότρια ἔργα ; τίς δὲ δοῦναι δύναται ἑτέρῳ , μὴ ἔχει αὐτός ; κτῆσαι οὖν , φησίν , ἵνα ἡμεῖς ἔχωμεν .
24.3 εἰ δύναμαι κτήσασθαι τηρῶν ἐμαυτὸν αἰδήμονα καὶ πιστὸν καὶ μεγαλόφρονα , δείκνυε τὴν ὁδὸν καὶ κτήσομαι . εἰ δʹ ἐμὲ ἀξιοῦτε τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ ἀπολέσαι , ἵνα ὑμεῖς τὰ μὴ ἀγαθὰ περιποιήσησθε , ὁρᾶτε ὑμεῖς , πῶς ἄνισοί ἐστε καὶ ἀγνώμονες . τί δὲ καὶ βούλεσθε μᾶλλον ; ἀργύριον φίλον πιστὸν καὶ αἰδήμονα ; εἰς τοῦτο οὖν μοι μᾶλλον συλλαμβάνετε καὶ μή , διʹ ὧν ἀποβαλῶ αὐτὰ ταῦτα , ἐκεῖνά με πράσσειν ἀξιοῦτε .